Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 433
Not analysed yet
πῶς δὲ σώσει καὶ τὸ »῾Ο εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν; «τί δὲ μᾶλλον ἡ φύσις χαρακτηρίζεται τοῦ ἰαθέντος ἀπὸ τοῦ ἀριθμοῦ τῆς ὥρας, ἢ ἡ φύσις τῆς ἰάσεως γινομένης τῷ οἰκείῳ τῇ ἀναπαύσει ἀριθμῷ; τὸ δὲ διαφθορὰς εἶναι ψυχικῶν, ἐπὶ τέλει ὧν ἐξεθέμεθα ὑπ’ αὐτοῦ εἰρημένων ἀναγεγραμμένον, ὁμωνυμίᾳ χρωμένου ἐστὶν καὶ ἑτέραν φύσιν εἰσάγοντος τετάρτην, ὅπερ οὐ βούλεται. 4, 54 Τοῦτο δὲ Πάλιν δεύτερον σημεῖον ἐ. Ποίησεν ὁ ᾿Ιησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.