Ancient Greek · ~2 min
44 to 46
Origen, Commentarii in Evangelium Joannis 44-2-46
Not analysed yet
εἶτ’ εὐθέως φησίν· »Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ »δέδεται νόμῳ«, ὡς εἰ ἔλεγεν »Ζῶντι ἀνδρί«, ὅστις ἀνὴρ νόμος ἀστίν«. εἶτα πάλιν φησίν· »Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ »νόμου τοῦ ἀνδρός«· οἱονεὶ γυνὴ κατήργηται ἀποθανόντος τοῦ νόμου καὶ οὐκέτι τὰ τῆς γυναικὸς ὡς πρὸς ἄνδρα ἐνεργεῖ. εἶτα λέγει· »Αρ »οὐν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· »ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι »αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ«.