Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 50-2
Not analysed yet
οἷον δὲ ἔχουσά τι ἤδη τοῦ ἁλλομένου εἰς ζωὴν αὐώνιον ὕδατος διὰ τὸ εἰρηκέναι· Δός μοι τοῦτο τὸ ὕδωρ« καὶ ἀψευδεῖν τὸν προεπαγγειλάμενον ὅτι »Σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκέν σοι ὕδωρ ζῶν«, ἀπεκρίθη ἡ γυνή, καταγνοῦσα ἑαυτῆς ἐπὶ τῇ κοινωνίᾳ τῇ πρὸς τὸν τοιοῦτον ἄνδρα, καὶ εἶπεν· »Οὐκ ἔχω ἄνδρα«. 4, 17-18 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.