Ancient Greek · ~2 min
52 to 55
Origen, Commentarii in Evangelium Joannis 52-2-55
Not analysed yet
καὶ ἕως γε ἐλθὼν ὁ Ἰησοῦς εἰς συναίσθησιν ἡμᾶς ἀγάγῃ τοῦ τοιούτου ἀνδρός, ἐκείνῳ σύνεσμεν· ἐλθόντος δὲ τοῦ κυρίου λόγου καὶ διαλεχθέντος ἡμῖν, ἀρνούμενοι ἐκεῖνον τὸν ἄνδρα φαμέν· »Οὐκ ἔχω ἄνδρα«· ὅτε καὶ ἐπαινεῖ ἡμᾶς ὁ κύριος λέγων· »Καλῶς εἶπας ὅτι Οὐκ ἔχω »ἄνδρα«. τὸ δὲ »Τοῦτο ἀληθὲς εἴρηκας« οἱονεὶ ἐλεγκτικόν ἐστιν, ὡς τῶν προτέρων οὐκ ἀληθῶς ὑτ’ αὐτῆς εἰρημένων. καὶ τάχα οὐκ ἠν ἀληθὲς τὸ »Οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις«· αὐτὸς γοῦν ὁ Ἰησοῦς, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, συγχρῆται Σαμαρείταις ἕνα καὶ αὐτοὺς ὠφελήσῃ. οὐκ ἀληθὲς δὲ καὶ τὸ »Οὔτε ἄντλημα ἔχεις καὶ »τὸ φρέαρ ἐστὶ βαθύ«.