Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 55
Not analysed yet
ἔτι κὲ μᾶλλον ἔστιν τὸν τοῦ λογου πόλεμον ἐδεῖν ὅν πολεμεῖ, ἐπὰν αὐτὸς μὲν πρεσβεύῃ περὶ ἀληθείας, ὁ δ’ ὑποκρινόμενος εἶναι λόγος οὐ λόγος ὤν, καὶ ἡ ἑαυτὴν ἀναγορεύσασα ἀλήθειαν οὐκ ἀλήθεια τυγχάνουσα ἀλλὰ ψεῦδος φάσκῃ εἶναι ἑαυτὴν τὴν ἀλήθειαν. τότε γὰρ καθοπλι- σάμενος ὁ λόγος κατὰ τοῦ ψεύδους »ἀναλοῖ αὐτὸ τῷ πνεύματι τοῦ »στόματος αὐτοῦ, καὶ αταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ«.