Ancient Greek · ~4 min
58 to 61
Origen, Commentarii in Evangelium Joannis 58-3-61
Not analysed yet
ταῦτα δὲ πάντα περὶ τῶν ἐν Καφαρναοὺμ τώ σωτῆρι εἰρημένων καὶ πεπραγμένων παρεστήσαμεν ὑπὲρ τοῦ ἐλέγξαι τὴν Ἡρακλέωνοςἑρμηνείαν λέγοντος· Διὰ τοῦτο οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς. ἢ γὰρ δύο ἐπινοίας διδότω καὶ αὐτὸς τῆς Καφαρναοὺμ καὶ παρι- στάτ(ο καὶ πεισάτω ποίας· ἢ τοῦτο ποιῆσαι μὴ δυνάμενος ἀφιστάσθω τοῦ λέγειν τὸν σωτῆρα μάτην τινὶ τόπῳ ἐπιδεδημηκέναι. Καὶ ἡμεῖς δὲ θεοῦ διδόντος γενόμενοι κατὰ τὰ τοιαῦτα χωρία τῆς συναναγνώσεως ὅπου δόξαι ὂν μηδὲν [ἂν] ἠνυκέναι χωρίοις τισίν, πειρασόμεθα τὸ μὴ μάταιον τῆς ἐπιδημίας αὐτοῦ τρανῶσαι. Ἔτι δὲ ὁ Ματθαῖος εἰσελθόντος τοῦ κυρίου εἰς τὴν Καφαφναούμ φησι τὸν ἑκατόνταρχον αὐτῷ προσεληλυθέναι λέγοντα· »Ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος‘, καὶ ἀκηκοέναι μεθ’ ἕτερα εἰρημένα τῷ κυρίῳ παρ' αὐτοῦ τὸ »Ὕπαγε, »καὶ ὡς ἐπίστευσας γενηθήτω σοι«. καὶ τὰ περὶ τῆς Πέτρου πενθερᾶς συμφώνως τοῖς ἄλλοις δυσὶν καὶ αὐτὸς παρέστησεν.