Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 59-2
Not analysed yet
»Τί οὖν; σὺ Ἠλίας εἶ; καὶ εἶπεν Οὐκ εἰμί«. τὸ τρίτον εἰ αὐτὸς εἴη ὁ προφήτης βούλονται μαθεῖν· οὗ ἀποκριναμένου τὸ Οὒ οὐκέτι ἔχοντες ἰδικῶς ὄνομα ἐλπιςομένου ἐπιδημήσειν αὐτοῖς ἕπειν, φαοίν· »Τίς εἶ; »ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψαοιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; «τοῦτο δηλοῦντες· ταῦτα μὲν οὐκ εἶ ἅπερ ἐλπιζόμενά τῷ Ἰσραὴλ παρέσεσθαι προσδοκᾶτοι, ὅστις δὲ ὢν βαπτίζεις οὐκ ἴσμεν· διόπερ τοῦτο ἡμᾶς δίδαξον, ἕν᾿ ἔχωμεν ἀπαγγεῖλαι τοῖς ἡμᾶς διὰ τοῦτο πέμφασι πρὸς σέ.