Ancient Greek · ~3 min
64 to 66
Origen, Commentarii in Evangelium Joannis 64-4-66
Not analysed yet
εἰ μὲν οὖν τὴν προαίρεσιν ἀπεδέχετο, μηδὲν περὶ φύσεως αἰνιττόμενος ὡς διαφερούσης, καὶ ἡμεῖς ἂν συγκατεθέμεθα· εἰ δὲ τῇ φυσικῇ κατασκευῇ ἀναφέρει τὴν τῆς συγκαταθέσεως αἰτίαν, ὡς οὐ πᾶσιν ταύτης παρούσης, ἀνατρεπτέον αὐτοῦ τὸν λόγον. οὐκ οἶδα δὲ πῶς ὁ Ἡρακέων τὸ μὴ γεγραμμένον ἐκλαβών φησι πρὸς τὸ Δός μοι τοῦτο τὸ ὕδωρ« ὡς ἄρα βραχέα διανυχθεῖσα ὑπὸ τοῦ λόγου ἐμίσησεν λοιπὸν καὶ τὸν τόπον ἐκείνου τοῦ λεγομένου ζῶντος ὕδατος. ἔτι δὲ καὶ πρὸς τὸ »Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ Διέρχωμαι ἐνθάδε ἀντλεῖν« φησὶν ὅτι Ταῦτα λέγει ἡ γυνὴ ἐμφαίνουσα τὸ ἐπίμοχθον καὶ δυσπόριστον καὶ ἄτροφον ἐκείνου τοῦ ὕδατος. πόθεν γὰρ δεικνύναι ἔχει ἄτροφον εἶναι τὸ τοῦ Ἰακὼβ ὕδωρ;