Ancient Greek · ~4 min
67 to 70
Origen, Commentarii in Evangelium Joannis 67-3-70
Not analysed yet
Τὴν τοῦ σοφωτάτου Ἰωάννου ἐξετάξων ἀκρίβειαν κατ' ἐμαυτὸν ἐξήτουν τί βούλεται αὐτῷ ἡ προσθήκη »Των Ἰουδαίων«. ποίου γὰρ ἄλλου ἔθνους ἐστὶν ἑορτὴ τὸ πάσχα; διόπερ αὔταρκες ἠν, εἰ εἶπεν »Καὶ ἦν ἐγγὺς τὸ πάσχα«. μήποτε δέ, ἐπεὶ τὸ μέν τί ἐστιν πάσχα ἀνθρώπινον, τῶν μὴ κατὰ βούλησιν τῆς γραφῆς ἐπιτελούντων αὐτό, τὸ δέ τι θεῖον τὸ ἀληθές, πνεύματι καὶ ὀληθείᾳ ἐνεργούμενον ὑπὸ τῶν πνεύματι καὶ ἀληθείᾳ προσκυνούντων τὸν θεόν, ἀντιδιέσταλται πρὸς τὸ θεῖον τὸ λεγόμενον τῶν Ἰουδαίων«. ἀκούσωμεν γοῦν τοῦ κυρίου νομοθετοῦντος τὸ πάσχα, τί φησιν ὅτε καὶ πρῶτον ὠνόμασται ἐν τῇ γραφῇ· Καὶ εἶπε κύριος πρὸς Μωϋσῆς καὶ Ἀαρὼν ἐν γῇ »Αἰγύπτου λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ. λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν »Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρό- »βατον κατ' οἴκους πατριῶν«· καὶ μετ' ὀλίγα, ἐν οἷς οὐδέπω τὸ πάσχα ὀνομαστὶ εἴρητο, ἐπιφέρει· »Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες »ὑμῶν περιεζωσμέναι καὶ τὰ ὐποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ »αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς.