Ancient Greek · ~2 min
74 to 75
Origen, Commentarii in Evangelium Joannis 74-3-75
Not analysed yet
οὐκ ἴδια γὰρ ἑαυτοῦ φησιν ὁ κύριος τὰ ὑπὸ τῶν ἁμαρτανόντων ἐπιτελούμενα, ὑπὸ τῆς ψυχῆς αὐτοῦ, εἴ τίς ποτέ έστιν, μισούμενα, οὔτε τὰς νουμηνίας οὔτε τὰ σάββατα οὔτε ἡμέραν μεγάλην οὔτε νηστείαν οὔτε τὰς ἑορτάς. ἐν μέντοι γε τῇ νομοθεσίᾳ τῆς Ἐξόδου περὶ σαββάτου ταῦτα λέγεται· »Εἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὅ ἐλάλησεν κύριος· »Σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ«. καὶ μετ' ὀλίγα· »Εἶπεν δὲ »Μωϋσῆς· Φάγετε, σήμερον γάρ ἐστιν σάββατα τῷ κυρίῳ«.