Ancient Greek · ~3 min
77 to 78
Origen, Commentarii in Evangelium Joannis 77-2-78
Not analysed yet
Ὅμοιον δέ τι τούτοις ἐστὶν καὶ περὶ τοῦ λαοῦ ἐν τῇ Εξόδῳ ἀναγεγραμμένον ,ὅστις ὑπὸ τοῦ θεοῦ ἴδιος εἶναι λέγεται ὅτε μὴ ἁμαρτάνει· ἀποκηρύττων δὲ αὐτὸν ἐν τῇ μοσχοποιΐᾳ »λαὸν Μωϋ- »σέως« ὠνόμασεν· πρὸς μὲν γὰρ τὸν Φαραὼ »Ἐρεῖς, φησί, Τάδε »λέγει κύριος· Ἐξαπόστειλον τὸν λαόν μου ἕνα λατρεύσῃ μοι ἐν τῇ »ἐρήμῳ. ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἀπο- »στέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου »καὶ ἐπὶ τοὺς οἴκους σου κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίας, καὶ εἰς τὴν γῆν ἐφ' ἡς εἰσιν ἐπ' αὐτῆς.