Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 79
Not analysed yet
Ἔχει δὲ ἐπαπόρησιν διά τε τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ τὸ ἀκολουθεῖν τὸ πνεῦμα γενητὸν ὂν διὰ τοῦ λόγου γεγονέναι, πῶς οἱονεὶ προτιμᾶται τοῦ χριστοῦ ἔν τισι γραφαῖς, έν μὲν τῷ Ἡσαΐᾳ ὀμολογοῦντος Χριστοῦ οὐχ ὑπὸ τοῦ πατρὸς ἀπεστάλθαι μόνου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος φησὶ γάρ· »Καὶ νῦν κύριος ἀπέστειλέ »με κοὶ τὸ πνεῦμα αὐτοῦ«), ἐν δὲ τῷ εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγγελομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον πνεῦμα βλασφημίας, ὡς οὐ μόνον »ἐν τούτῳ τῷ αἰπωνι« μὴ ἐσομένης ἀφέσεως τῷ εἰς αὐτὸ δυσφημήσαντι, ἀλλ᾿ οὐδὲ »ἐν τῷ μέλλοντι«.