Ancient Greek · ~7 min
86 to 92
Origen, Commentarii in Evangelium Joannis 86-2-92
Not analysed yet
εἰκὸς δὲ φαντασιωθέντα τινὰ τὸ πέλαγος τῶν τοσούτων νοημάτων καὶ βουλόμενον †σῶσαι πῶς ἡ κατὰ τόπον λατρεία ὑπόδειγμα καὶ σκιά ἐστιν τῶν ἐπουρανίων, τά τε θύματα καὶ τὸ πρόβατον νοῆσαι βουλόμενον, προσκόψαι καὶ τῷ ἀποστόλῳ ἐπᾶραι μὲν ἠμῶν τὸ φρόνημα βουληθέντι ἀπὸ τῶν γηίνων περὶ τοῦ νόμου δογμάτων οὐ πάνυ δὲ παραστήσαντι πῶς ταῦτα μέλλει γίνεσθαι. ἐὰν δὲ καὶ ἑορταί, ὡν μία τὸ πάσχα ἐστίν, καὶ ἐπὶ τὸν μέλλοντα ἀνάγωνται αἰῶνα, ἔτι μᾶλλον ἐπισκοπητέον πῶς καὶ νῦν »τὸ πάσχα ἠμῶν ἐτύθη Χριστὸς‘ καὶ μετὰ ταῦτα τυθήσεται. Ὀλίγα δὲ εἰς τὴν ἐπαπόρησιν τῶν δογμάτων παραθετέον ἡμῖν, ἱδίας δεομένων πραγματείας ἐξαιρέτου καὶ πολυβίβλου, παντός τε τοῦ κατὰ τὸν νόμον μυστικοῦ λόγου, καὶ ἰδίᾳ τῶν κατὰ τὰς ἑορτὰς καὶ ἔτι ἰδικώτερον περὶ τοῦ πάσχα. Ἰουδαίων μὲν οὐν τὸ πάσχα πρόβατόν ἐστιν θυόμενον, λαμβανόμενον ἑκάστῳ κατ' οἴκους πατριῶν καὶ ἐπιτελούμενον μυριάσιν σφαζομέναις ἀμνῶν καὶ ἐρίφων, πλείοσιν κατὰ τὴν ἀναλογίαν τοῦ ἀριθμοῦ τῶν οἴκων τοῦ λαοῦ· τὸ »δὲ ἡμῶν πάσχα ἐτύθη Χριστός«. καὶ πάλιν ἐκείνων μέν ἐστιν τὰ ἄζυμα ἀφανιζομένης πάσης ζύμης ἐκ τῶν οἰκων αὐτῶν· ἡμεῖς δὲ ἑορτάζομεν οὐ «ζύμῃ παλαιᾷ« οὐδὲ ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' »ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας( «. δέ ἐστί τι τρίτον παρὰ τὰ εἰρημένα δύο τὸ πάσχα τοῦ κυρίου καὶ ἀζύμων ἑορτή, ἀκριβέστερον ἐξεταστέον διὰ τὸ ὑποδείγματι καὶ σκιᾷ λατρεύειν ἐκείνους τῶν ἐπουρανίων ἐκείνων, καὶ οὐ μόνον βρώματα καὶ πόματα καὶ νεομηνίας καὶ σάββατα ἀλλὰ καὶ τὰς ἑορτὰς σκιὰν εἶναι τῶν μελλόντων. πρῶτον δὴ τοῦ ἀποστόλου λέγοντος· »Τὸ πάσχα ἡμῶν ἔτύθη Χριστός« ἐπαπορήσει τις πρὸς αὐτὸν ταῦτα· εἰ τύπος ἐστὶν τῆς Χριστοῦ θύσεως τὸ παρὰ Ἰουδαίοις πρόβατον, ἤτοι ἐχρῆν ὲν καὶ μὴ πολλὰ θύεσθαι παρ’ αὐτοῖς πρόβατα, ὥσπερ εἷς ἐστιν ὁ χριστός, ἢ πολλῶν θυομένων προβάτων οἱονεὶ πολλοὺς Χριστοὺς θυομένους ἀκολούθως τῷ τύπῳ ζητητέον.