Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 92-3
Not analysed yet
μετὰ δὲ ταῦτα ἐπαινεῖ ὡς πρεπόντως τῇ αὑτῆς φύσει ποιήσασαν τὴν Σαμαρεῖτιν, καὶ μήτε ψευσαμένην μήτε ἄντικρυς ὁμολογήσασαν τὴν ἑαυτῆς ἀσχημοσύνην· πεπεισμένην τέ φησιν αὐτὴν ὅτι προφήτης εἴη, ἐρωτᾶν αὐτὸν ἅμα τὴν αἰτίαν ἐμφαίνουσαν δι' ἣν ἐξεπόρνευσεν, ὅτι δι' ἄγνοιαν θεοῦ καὶ τῆς κατὰ τὸν θεὸν λατρείας ἀμελήσασαν καὶ πάντων τῶν κατὰ τὸν βίον αὐτῇ ἀναγκαίων, καὶ ἄλλως †άεὶ τὴν ἐν τῷ βίῳ τυγχάνουσαν· οὐ γὰρ ἄν, φησίν, αὐτὴ ἤρχετο χετο ἐπὶ τὸ φρέαρ ἔξω Ι τῆς πόλεως τυγχάνον.