Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 94-3
Not analysed yet
προστίθησίν τε τούτοις· ὅτι βουλομένη μαθεῖν πῶς καὶ τίνι εὐαρεστήσασα καὶ θεῷ προσκυνήσασα ἀπαλλαγείη τοῦ πορνεύειν λέγει τὸ Οἱ »πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν« καὶ τὸ ἑξῆς. σφόδρα δέ ἐστιν εὐέλεγκτα τὰ εἰρημένα· πόθεν γὰρ ὅτι βούλεται μαθεῖν τίνι εὐαρεστήσασα ἀπαλλαγείη τοῦ πορνεύειν; 4, 21 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνῄσετε τῷ πατρί.