Ancient Greek · ~2 min
96 to 98
Origen, Commentarii in Evangelium Joannis 96-3-98
Not analysed yet
Καὶ ἄλλα δὲ μυρία παρὰ ταῦτά ἐστιν τὰ πρὸς τὴν τοῦ ἀποστόλου λέξιν ἀναζητηθησόμενα καὶ περὶ τοῦ πάσχα καὶ ἀζύμων ἐξετασθησόμενα, δεόμενα δέ, ὡς προειρήκαμεν, προηγουμένης συγγραφῆς. νῦν δὲ ὡς ἐν ἐπιτομῇ ειὰ τὴν προκειμένην λέξιν ταῦτα παραθέμενοι, τὰ φαινόμενα ὡς ἐν βραχέσιν οὕτω λύειν πειρασόμεθα, ὑπομνησθέντες καὶ τοῦ »Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ »αἰρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, ἐπεὶ καὶ ἐν τῷ πάσχα »Ἀπὸ τῶν »ἀμνῶν, φησί, καὶ τῶν ἐρίφων λήψεσθε«. δόξει γὰρ καὶ ὁ εὐαγγελιστὴς συνᾴδων τῷ Παύλῳ τοιαύταις ἐνέχεσθαι τῶν ἐξητασμένων ἀπορίαις.