Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 97-2
Not analysed yet
διόπερ πάνυ ἁρμοζόντως οὐκ ἄλλῃ κολάσει περιβάλλεται Ζαχαρίας. εἰπὼν πρὸς τὸν ἄγγελον· »Κατὰ τί γνώσομαι τοῦτο; »ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέ- »ραις αὐτῆς« ἢ τῇ στερήσει τῆς φ(ονῆς διὰ τὴν ἀπιστίαν τῆς γενέσεως τῆς φωνῆς, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ γαβριὴλ πρὸς αὐτόν· »Ἰδοὺ »ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἡς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πλησθήσονται εἰς »τὸν καιρὸν αὐτῶν«· οὗτος δὴ ὁ Ζαχαρίας, ὅτε Αἰτήσας πινακίδιον »ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ, καὶ ἐθαύμασαν πάντες«, ἀπείληφεν τὴν φωνήν· »Ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα »καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν«.