Ancient Greek
Volume 12
Origen, Commentarii in Genesim (fragmenta) 12.45
Not analysed yet
ΤΟΜΟΥ Αʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. Οὐ γὰρ ὁ Θεὸς Πατὴρ εἶναι ἤρξατο, κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. Εἰ γὰρ ἀεὶ τέλειος ὁ Θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι Πατέρα τοῦ τοιούτου Υἱοῦ, τί ἀναβάλλεται, καὶ ἑαυτὸν τοῦ καλοῦ στερίσκει, καὶ, ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται Πατὴρ εἶναι Υἱοῦ; Τὸ αὐτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου Πνεύματος λεκτέον.