Ancient Greek
Volume 12
Origen, Commentarii in Genesim (fragmenta) 12.48
Not analysed yet
ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τεχνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν Θεὸν χωρὶς ὕλης ἀγεννήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται, μηδὲ τέκτων χωρὶς ξύλων, μηδὲ οἰκοδόμος χωρὶς λίθων· ζητητέον πρὸς αὐτοῦ περὶ δυνάμεως Θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ Θεὸς, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουμένης, οὐδὲ ἀτονούσης, δύναται ὑποστῆσαι ὃ βούλεται. ᾯ γὰρ λόγῳ τὰς ποιότητας, κατὰ πάντας τοὺς Πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ, οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὑτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν, ὅσης χρῄζει, ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι. Ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ' οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχηκέναι τὸν Θεὸν, ἀγέννητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγέννητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔργον δυνατὸς ἦν ποιῆσαι, ἀλλ' ἔμενεν οὐ δημιουργὸς, οὐ πατὴρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθὸς, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ Θεοῦ. Πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρκέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ