Ancient Greek
Volume 12
Origen, Commentarii in Genesim (fragmenta) 12.68
Not analysed yet
χρησμὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς, ἐρεῖ, ὅτι Οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. Δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι, καὶ τοῦ ἀκολαστῆσαι. Ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς, καὶ βιῶσαι βεβουλημένος κατ' αὐτό. Οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιῤῥέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν, καὶ λόγου προτρεπτικοῦ. Πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. Ὅτι μέντοιγε ἡ πρόγνωσις τοῦ Θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν Γραφῶν Θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· «Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν.» Οὐ γὰρ ἀγνοῶν ὁ Θεὸς πότερον ἀκούσουσιν, ἢ οὒ, φησὶν, «ἴσως ἀκούσονται, καὶ μετανοήσουσιν·» ἀλλ' οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων· ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ, καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν, δυναμένοις ἐν τῷ ἀγωνίσασθαι, καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου. Καὶ οὕτω γὰρ οἷον ἐμπόδιον γένοιτ' ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. Πάντα γοῦν χρησίμως ὁ Θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν, εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν· ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτρεψε δ' ἂν δόξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ, τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. Ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ, ὅτι πάντως ἔσται ἀγαθός. Πρὸς οἷς γὰρ ἔχομεν, καὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα δὲ ἡ γνῶσις, τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύειν τὴν ἄσκησιν. Διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ, οὔτε εἰ πονηροὶ ἐσόμεθα.