Ancient Greek
Volume 12
Origen, Commentarii in Genesim (fragmenta) 12.69
Not analysed yet
Ἐπεὶ δὲ εἰρήκαμεν, ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ Θεὸς, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάμεθα οὕτω σαφηνίσαι· «Τίς ἐποίησε δύσκωφον, καὶ κωφὸν, καὶ βλέποντα, καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός;» ἵνα τὸν αὐτὸν καὶ τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλλοντα. Τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. Ὅτι μέντοιγε πολλῶν τῶν ἐφ' ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ' ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ' ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις, οὐκ ἐφ' ἡμῖν. ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις, καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. Εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν, καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. Μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως. Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. Σαφὲς δὲ, ὅτι, εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν, γενόμενος σχηματισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους. Πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων