Ancient Greek · ~4 min
Page 130
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 130
Not analysed yet
ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ ψεύσματι <ἐπερίσσευσεν> ***Τὸ δ' ὅμοι[ον κα]ὶ νόει περὶ ἄλλων δογμάτων ἐν οἷς τρία γένη ἀγαθῶν εἶναι λέγεται, τ[ὰ μ]ὲν |περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ περὶ τὰ ἐκτός, καὶ τὴν εὐδαιμ[ονία]ν συμπληροῦσθαι οἱ τοιοῦτοι διδάσκουσι[ν] ἐκ τῆς τριγε[νείας αὐτῶ]ν. Οὗτ[ο]ι δὲ καὶ τὴν πρόνοιαν διακόψαντες [ἱ]στᾶσιν αὐτὴν μέχρι τῶ[ν σε]λήνης ὅρων, τὸ κάτω ἀταξίᾳ παραδόντε[ς] καὶ αἴροντες Θεὸν καὶ πρό[νοια]ν ἀπὸ τῶν τῇδε ***καὶ ἐκ τ[ο]ύτων οὖν δῆ[λο]ν πῶς εἴρηται τὸ ‹Ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν›. Περισσεύει δὲ ἡ ἀλήθεια |τ[οῦ Θεο]ῦ ἐν τῷ ἀνθρωπίνῳ πολλῷ καὶ ποικίλῳ [ψ]εύσματι εἰς δόξαν Θεοῦ ***[?οὐ] μόν[ο]ν ὡς ἄνθρωπος λοιδοροῦμαι ἀλλὰ μήποτε ὡς Θεὸς βλασφη[. . .] μ. . [. .] ἀνθρώπων τὸ ἐν δίκῃ ἔσται ***[Rom. 3, 9—18] Μετὰ ταῦτα, ὡς ἔθος ἐστὶν αὐ[τῷ δι]δά̣σ̣[κει]ν ἀπὸ τῶν γραφῶν, βούλεται ῥητὰ συναγαγεῖν πῶς πάντες Ἰου|δαῖοί [τ]ε καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ ‹Καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς›, καὶ ἐμοὶ δοκεῖ ἀπ[οδός]ε̣ως ἕνεκεν δεῖν