Ancient Greek
Page 146
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 146
Not analysed yet
ἀνθρώπῳ τ[ὴν γνῶς]ιν τοῦ νόμου ἐν τῇ καρδίᾳ συμφυῶς ἔχοντι ***Ὅτε δὲ πᾶν φράττεται στόμα καὶ ὑπόδικος γίνεται πᾶς ὁ κόσμος τῷ Θεῷ, δικαιοῦται ὁ Θεὸς μόνος ἐν τοῖς λόγοις ἑαυτοῦ καὶ νικᾷ ἐν τῷ κρίνεσθαι αὐτόν ***Τίς γὰρ ἀκούων τὰ ἀνάλογον τῷ ‹Λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρε|νώχλησά σε; Ἀποκρίθητί μοι› ἔχοι ἂν παρρησίαν πρὸς τὸ ἀποκρίνασθαι καὶ φυγεῖν τὴν δίκην ᾗ πᾶς ὁ κόσμος ὑπόκειται; ***‹ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτεινεν› ***τινὰ μὲν κατὰ τήν του πρός τι σχέσιν ὠνόμασται ὡς πατὴρ υἱοῦ πατὴρ καὶ υἱὸς πατρὸς υἱός, |καὶ πολίτης πολίτου πολίτης, ἃ δὲ κατὰ διαφορὰν ὡς ἄνθρωπος ἵππος· οὐδενὸς γὰρ ἄνθρωπος ἄνθρωπος οὐδὲ ἵππος ἵππος. Ζητοῦμεν τοίνυν περὶ τοῦ νόμου, περὶ οὗ νῦν ἐξετάζειν χρή, πότερον κατὰ διαφοράν ἐστιν τὸ ὄνομα ὡς τὸ «ἄνθρωπος», ἢ κατὰ τὴν πρός τι σχέσιν ὡς ὁ πατήρ ***Ἄλλος δ' ἂν εἴποι ὅτι ὥσπερ ὁ μονογενὴς τοῦ Θεοῦ ἐστιν αὐτολόγος καὶ αὐτοσο|φία καὶ αὐτοαλήθεια, οὕτως καὶ αὐτονόμος ***Ἐπεὶ γὰρ οἱ ἐν σαρκὶ ζῶντες καὶ συμπληρώσαντες τὸν λόγον ἄνθρωποι αὐτοί εἰσιν οἱ