Ancient Greek
Page 148
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 148
Not analysed yet
ἐν τῷ νόμῳ, καὶ τούτων τὸ στόμα φράττεται ὅτε ἐλθούσης τῆς ἐντολῆς ἡ ἁμαρτία ἐν αὐτοῖς ἀναζῇ καὶ οὗτοι κόσμος τις ὄντες ὑπόδικοι γίνονται τῷ Θεῷ. Πλὴν οἱ ἅγιοι οὓς προέγνω καὶ προώρισεν καὶ ἐκάλεσεν καὶ ἐδικαίωσεν καὶ ἐδόξασεν νόμος εἰσὶ καὶ οὐκ ἐν νόμῳ· διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι γενήσονται τῷ Θεῷ (οὐ γάρ εἰσι σάρξ)· ‖καὶ εἰ δικαιοῦνται δέ, οὐκ ἐξ ἔργων νόμου δικαιωθήσονται· νόμος γὰρ οὐκ ἐξ ἔργων νόμου δικαιωθήσεται, αὐτόθεν δίκαιος ὢν καί, εἰ χρὴ οὕτως ὀνομάσαι, ἕξις δικαιοσύνης ***π[ῶ]σ̣ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ἀλλ' οὐκ ἐκ νόμου. Ἐφιστὰς γάρ τις τῷ νόμῳ καὶ τοῦτον κατανοῶν τά τε προσταττόμενα ὑπ' αὐτοῦ ἐξετάζων |καὶ τὰ ἀπαγορευόμενα θεωρῶν γινώσκει τὴν ἁμαρτίαν ὑφισταμένην ἐν τῷ παραλείποντι τὰ ποιητ<έ>α καὶ ἐν τῷ μὴ ἐκκλίνοντι τὰ ἀπαγορευόμενα. Ἐπίγνωσις μὲν οὖν ἁμαρτίας διὰ νόμου, οὐ ποίησις δὲ ἁμαρτίας. Τὸ μὲν γὰρ ποιοῦν ἁμαρτίαν πονηρὸν οὖσαν καρπὸν δένδρον ἐστὶν πονηρόν· οὐ δένδρον δὲ πονηρὸν [ὁ] νόμος· οὐ γὰρ πονηρὸν ὁ νόμος, ἀγαθὸν τυγχάνων. Οὕ|τω δὲ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου καὶ μάλιστα[. .] . . τῆς ἐσθότε λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα [καὶ το]ὺς ἀκροθιγῶς ἐν τῇ ἰατρικῇ γενομένους θεωρίᾳ· ὥσπερ οὖν [ἐστιν] ἀγαθὸν ἡ ἰατρικὴ ἐπιστήμη φωρῶσα τὴν νόσον ὅτε διὰ τῆς ἰατρικῆς γίνεται ἐπίγνωσις αὐτῆς, οὕτως ἀγαθὸν |νόμος φωρῶν καὶ ἐλέγχων τὴν ἁμαρτίαν ὅτε δι' αὐτοῦ ἐπίγνωσις αὐτῆς γίνεται ***[Rom. 3, 21—24] ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, οὕτως καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται· χωρὶς γὰρ