Ancient Greek
Page 174
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 174
Not analysed yet
γέγονεν ἐξ ἀνδρός, ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ, μὴ γενομένη ἐξ ἀνδρός, γέγονεν ἐκ γυναικὸς καὶ οὐ διὰ γυναικός. [Rom. 3, 31] ζητοῦμεν διὰ τί μὴ εἶπεν «Ἐκ πίστεως» ἀλλὰ ‹Διὰ τῆς πίστεως›. Τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομεν εἰ μὴ καταργεῖται ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκροβυστίας διὰ τῆς πίστεως δικαιουμένης, <ἆρα διὰ τῆς πίστεως> καταργεῖται ὁ νόμος; Ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ Θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν ***Ἵστησιν οὖν πᾶς ὁ ἅγιος καὶ ὑγιῶς πιστεύων τὸν νόμον καὶ μάλιστα τὸν πνευματικὸν καὶ οὐδαμῶς αὐτὸν καταργεῖ ***Εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ ‹Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην›, ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ «Νόμος οὖν καταργεῖται;» τῷ «Νόμον οὖν καταργοῦμεν;» Οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον· εἰ γὰρ