Ancient Greek · ~6 min
Page 226
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 226
Not analysed yet
δὲ εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ› καὶ Μωσῆς δὲ παρρησιαζόμενος ‹Εἰ εὗρον χάριν, φησίν, ἐνώπιόν σου› ***‹Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ›, ὅπερ ἴσον νομίζω τυγχάνειν τῷ «καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τοῦ ὄψεσθαι τὴν δόξαν τοῦ Θεοῦ καὶ τοῦ μεταλήμψεσθαι αὐτῆς»· ἧς δόξης Θεοῦ ἀπαύγασμα ὁ Σωτὴρ ἡμῶν ἐν τῇ |πρὸς Ἑβραίους εἶναι λέγεται ***δόξαν μὲν ἐπὶ τοῦ προσώπου Μωσέως τοῦ νοῦ αὐτοῦ τὴν καθαρότητα καὶ πρὸς τὴν θεότητα τοῦ Πατρὸς τῶν ὅλων κοινωνίαν, ἀφ' ἧς ἐλλαμπόμενον φωτιζόμενον πάντων μᾶλλον τῶν ἐπὶ γῆς ἐνεώρα ἥτις ποτ' ἐστὶν ἡ ἀγένητος καὶ ὑπὲρ πάντα τοῦ Θεοῦ φύσις· καλύμμα δὲ ἐπὶ τοῦ προσώπου |Μωσέως ἡ ἀπόκρυψίς ἐστιν τῶν νενοημένων αὐτῷ καὶ τεθε‖ωρημένων, ἐπεὶ μηδὲ ἐδύναντο οἱ πολλοὶ τοῖς τηλικούτο̣[ις] ἐν Μωσεῖ θεωρήμασιν μαθητεύεσθαι· ἀλλὰ καὶ ὅτε συνετ[έλεσεν Μω]σῆς τὰ ἔργα καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτ[υρίου, δό]ξης Κυρίου ἐνεπλήσθη ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ οὐ δυνήθη Μω[σῆς] |εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰσελθεῖν ὅτι ἐπεσκίαζε[ν ἐπ' αὐ]τὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή ***οἶκος ἀ[λη]θινὸς ἡ ἐκκλησία ἐστὶν ζῶντος Θεοῦ λεγομένη ἐκκλησία [πρω]τοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, νεφέλη δὲ ὁ Σωτὴρ ἡμῶ[ν ἐπὶ τ]ὸ̣ν οἶκον τοῦτον ὡς μηδὲ τοὺς ἱερεῖς στῆναι δύνασθα[ι λει|τουργεῖν] ἀπὸ προσώπου τῆς νεφέλης ταύτης ὅτι ἔπλησεν δ̣[όξα Κυρίου τὸν οἶκ]ο̣ν ***ὅσον μὲν γὰρ ἐπὶ τοῦ ἀπὸ τῆς πρὸς Κορινθί[ους . . . . . . . . .] ἔοικεν ἔχειν ἤδη τὴν δόξαν τοῦ Θεοῦ ἐπ̣ὶ̣ τοῦ ἑαυτοῦ [πρ]ος[ώπ]ο̣υ· ὅσον δὲ ἐπὶ τῇ προκειμένῃ λέξει ὡς οὐκ ἔχων αὐτήν̣ φησιν [. .] ‹Καυχώμεθα ἐπ' ἐλπίδι τῆς