Ancient Greek
Page 224
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 224
Not analysed yet
ἐκείνου ἁμαρτήματα τοῦ πιστεύοντος καὶ ἀ[ν]έστη διὰ τὴν τούτου δι‖[καίωσιν . . ἐ]δικαιώθη ἀρξαμένης εἶναι ἐν αὐτῷ δικαιοσύνης ἀπὸ τῆς [. . . . . πί]στεως λογιζομένης αὐτῷ εἰς δικαιοσύνην ***πῶς χρὴ ἕκα[στον] τ̣[ὰ] τοῦ Ἀβραὰμ <ἔργα> ποιεῖν τὸ ἐξελθεῖν τινα ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ [τῆς] συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ εἰς τὴν γῆν ἣν |[δείξ]ει τῷ ἐξελθόντι ἀπὸ τούτων ὁ Κύριος, καὶ εἴ τίς γ' ἐξέρχεται ἀπὸ τούτων, [ἐπι]τεύξασθαι τῶν ἐπὶ τούτοις ὡσπερεὶ ἄθλων εἰρημένων πρὸς τὸν [Ἀβ]ραάμ ***[Rom. 5, 1—2] οὐ γὰρ δυνατόν ἐστιν εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν τὰ ἐναν[τί]α ἔργα τῇ ἀρετῇ πράττοντα ἅπερ ἐχθροποιεῖ Θεῷ τὸν κατεργαζόμενον, καθὸ λέγεται τὸ ‹Ἐχθροὶ ὄντες τῷ Θεῷ› ᾧ ἐπιφέρεται τὸ ‹Κατη[λλάγ]η|μεν› ***Ὁ Θεὸς μὲν . . . [. τὸν ἥλ]ι̣ο̣ν αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων [ἐπὶ δικαί]ους καὶ ἀδίκους τὰ τῆς πρὸς ἡμᾶς εἰρήνης ἐπιτελεῖ, ἡμεῖς [δὲ ἁμαρτά]νοντες ἑαυτοὺς ἐχθροὺς Θεῷ κατασκευάζομεν, κατορθοῦ[ντε]ς δὲ φ[ί]λ̣ο̣υ̣[ς], ὅ̣τ̣ε καὶ εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν· καὶ ἵνα τὸ κυριώτ[ε]ρ[ο]ν τὸ |ἐναντίον τῇ εἰρήνῃ ἐπὶ τῶν ἁμαρτανόντων λάβω, εἴποιμι δ' ἂν ὅτι ὁ μὲν κατορθῶν εἰρήνην ἔχει πρὸς τὸν Θεόν, ὁ δὲ τὰ ἐναντία τῷ κατορθοῦντι πράττων, τουτέστιν ἁμαρτάνων, πόλεμον αἱρεῖται καὶ ἔχει πρὸς τὸν Θεόν, καὶ δι' αὐτοῦ τοῦ ποιεῖν κακῶς πολεμεῖ τῷ Θεῷ ***Καὶ τὴν προσαγωγὴν δὲ ἐσχήκαμεν δι' οὐδενὸς ἢ διὰ Ἰησοῦ Χριστοῦ |τοῦ Κυρίου ἡμῶν· λόγος γὰρ καὶ ἀλήθεια καὶ σοφία καὶ δικαιοσύνη καὶ τὰ ἄλλα πάντα, ὅσα ἐστὶν ὁ Σωτὴρ ἡμῶν ὁ πρωτοτόκος πάσης κτίσεως, προσάγει τῷ ἐπὶ πᾶσιν Θεῷ καὶ Πατρὶ τὸν ἑαυτὸν τούτοις ἐπιδεδωκότα ***Καὶ ὅρα πηλίκον ἐστὶν τὸ κατὰ τὴν χάριν ὡς περὶ ὀλίγων ἀναγεγράφθαι τὸ ‹Εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ›. Ἐν ἐπαίνῳ γὰρ εἴ|ρηται τὸ ‹Νῶε