Ancient Greek
Page 230
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 230
Not analysed yet
παρα [. .] . τινα τρόπον ἀπαγορεύει καυχᾶσθαι τὸν σοφὸν οὐχ ἁπλῶς [. . . .] . . . . . . τῇ ἑαυτοῦ [. . . .] σοφοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες ***καὶ διὰ τοῦτό γε οὐ χρὴ καυχᾶσθαι τὸν [σο]φὸν ἐν τῇ σοφίᾳ ἑαυτοῦ, ἐπεὶ κἂν τέλειος ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ |[τοῦ] Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται ***ἀδιάφορος μὲν [ἡ ἀν]θρωπίνη σοφία, τῷ δὲ καλῶς αὐτῇ χρωμένῳ καὶ εἰς δεὸν αὐ[τὴ]ν παραλαμβάνοντι χώραν παρέχει τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπεὶ παντὶ [ἔ]χοντι [δο]θήσεται καὶ τάχα τοῦτο λέγεται ἐν τῷ Ἐκκλησιαστῇ [. .] . ‹Σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας |[ἐν τ]ῇ πόλει›. Βοηθεῖ γὰρ ἡ τοῦ Θεοῦ σοφία τῷ ἔχοντι τὴν ἀνθρωπ[ίνην σο]φίαν καὶ ἑαυτὸν εὐτρεπίσαντι εἰς παραδοχὴν τῆς θε̣[ίας σοφίας· οὐ]κ̣ ἀδιάφορος ἡ σοφία τῶν τὰ ὑφαντὰ καὶ ῥαφιδευτὰ κ[αὶ ποικιλτι]κὰ ποιησάντων τῆς σκηνῆς τοῦ μαρτυρίου, οὓς ἐνέπλης[εν τὸ] πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης διανοεῖσθαι καὶ ἀρχιτ[εκτ]ο|νεῖν τὰ κατὰ τὴν σκηνήν ***Τὸ γὰρ κατεργαζόμενον ἀρετὴν [οὔ]τε μέσον οὔτε φαῦλον εἶναι δύναται· μήποτ' οὖν ἀναγκαίας ἀρετῆς ὑπομονῆς ἐστιν ἡ θλῖψις ***σπουδαῖ̣όν ἐστιν ἡ θλῖψις ὑπομονὴν μίαν τῶν ἀρετῶν κατεργαζομένη ***ἐπὶ μὲν τῶν δικαίων γέγραπται ‹Πολλαὶ αἱ θλίψεις τῶν δικαίων›, ἐπὶ δὲ τῶν ἐναντίων ‹Πολλαὶ |αἱ μάστιγες τῶν ἁμαρτωλῶν›, ὡς κατὰ ταῦτα μήτε τὸν δίκαιον μαστιγοῦσθαι, μήτε τὸν ἁμαρτωλὸν θλίβεσθαι ***‹εἰσέλθατε διὰ τῆς στενῆς πύλης ὅτι πλατεῖα