Ancient Greek
Page 232
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 232
Not analysed yet
ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι' αὐτῆς ***‹ἠκαιρεῖσθε δέ· οὐχ ὅτι καθ' ὑστέρησιν |λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι› ***εἰ μὴ δοκιμώτατός ἐστιν οὐκ ἔλαττον τοῦ πενίαν γενναίως ὑπομένοντος ὁ τὸν πλοῦτον οἰκονομῶν κατὰ τὸν λόγον καὶ οὐχ ἧττον τοῦ ἐγκαρτεροῦντος ἐν πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγίειαν τῆς ψυχῆς μηδὲν παραδεχόμενος πάθος κατὰ τὸν |καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτίθεσθαι ἐκ τούτου ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος ***ἥτις θλῖψις καύχημά ἐστιν τῶν ἁγίων, καὶ τοιαύτη γε ὥστ' ἂν μὴ ἔλαττον εἰπεῖν ἐπὶ τῇ διὰ τὰς θλίψε[ι]ς καυχήσει τὸ ‹Νὴ τὴν ἡμετέραν καύχησιν, ἀδελφοί› ***καὶ εἴπερ ἡ μὲν τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὁ |δὲ φόβος κόλασιν ἔχει καὶ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ ***