Ancient Greek · ~1 min
Page 128
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 128
Not analysed yet
νῦν μὲν προπαρασκευάζει τὴν γνῶσιν τῆς ἡμέρας καὶ ὥρας τοῖς κληρονόμοις· τῆς ἐπαγγελίας τῆς ἀφ' οὗ «ἑαυτὸν ἐκένωσεν», ἵνα ἅπαντες δι' οὓς ἀνέλαβε τὴν τοῦ «δούλου μορφήν», γνῶσι τὰ τῆς ἡμέρας καὶ ὥρας, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».