Ancient Greek · ~3 min
Page 132
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 132
Not analysed yet
ἢ δύο ἐν τῷ ἀγρῷ τῷ ἡγεμονικῷ, ὅ τε τοῦ σπουδαίου νοῦς καὶ ὁ τοῦ φαύλου, καὶ τῶν ἀληθουσῶν ἐν τῷ βαρεῖ μυλῶνι τοῦ κόσμου ψυχῶν ἔνθα ἡ μὲν καλὴ καὶ ἀγαθὴ παραλαμβάνεται, ἡ δὲ φαύλη ὡς ἀναξία ἀφίεται. δύναται δὲ σημαίνεσθαι καὶ τὰ δύο ἐπὶ μιᾶς ὕλης σώματα, ὧν τὸ μὲν τοῦ δικαίου ὁ ἕτερός ἐστι τῶν ἐπὶ τῆς μιᾶς κλίνης ὁ παραλαμβανόμενος, τὸ δὲ τοῦ ἀδίκου ὁ ἕτερος καὶ ἀφιέμενος. καὶ τὸ μὲν σῶμα ὡς ἀσθενὲς ἐπὶ κλίνης ἐστὶν κἂν παραλαμβάνηται, ἡ δὲ ψυχὴ διὰ πολλῶν, <ὧν Kl> ἀνέχεται ἐν τῷ βίῳ, ἀλήθει ἐν τῷ μυλῶνι τοῦ κόσμου.