Ancient Greek · ~1 min
Page 133
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 133
Not analysed yet
τούτων οὖν τῶν ἑξῆς οὐχ ὡς περὶ τῆς καθολικῆς, ὡς δὲ περὶ τῆς ἑκάστου συντελείας μάλιστα ἐκληπτέον τὸν λόγον. οὗτοι γὰρ ἤκουσαν γρηγορεῖν, ὧν μακρὰν τὸ καθολικώτερον ἦν, διὰ τὴν ἐσομένην ἐν αὐτοῖς ἐπιδημίαν τοῦ λόγου, οὔπω ὡς ἔμελλεν ἔσεσθαι γενομένην ἐν αὐτοῖς.