Ancient Greek · ~1 min
Page 140
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 140
Not analysed yet
τὸ παρὰ τοῦ Δανιὴλ εἰρημένον πρὸς θάτερον τῶν κατειπόντων τῆς ἁγίας Σωσάννης πρεσβυτέρων «ἤδη γὰρ ὁ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον» [ἑρμηνεύων Ὠριγένης λέγει] γενήσεσθαι πάντως αὐτῷ τοῦτο ἐν τῇ κρίσει κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ κυρίου, ὅτι «καὶ διχοτομήσει αὐτόν».