Ancient Greek · ~1 min
Page 145
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 145
Not analysed yet
βρύξουσι δὲ τοὺς ὀδόντας λογιζόμενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέλοντες αὐτὰ γενναίως φέρειν. δέκα παρθένους εἶναί φησι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις ἀποστάσας τῆς εἰδωλολατρείας τῷ παραδέξασθαι «εἴτε προφάσει εἴτε ἀληθείᾳ» τὸν τοῦ θεοῦ καθαρὸν λόγον καὶ παρθενοποιηθείσας.