Ancient Greek
Page 161
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 161
Not analysed yet
σπείρωμεν γοῦν καὶ ἀναφέρωμεν αὐτῷ δεκάτας καὶ ἀπαρχάς. πονηρὸς οὖν ἐπειδὴ μηδεὶς ἀπέλαυσεν οὗ ἔσχεν ἀργυρίου τῶν δυναμένων συνεξετάσαι αὐτῷ τὰ θεῖα μυστήρια. ὀκνηρὸς δὲ ἐπεὶ ἐδειλίασεν ἐργάσασθαι. τραπεζῖται δὲ οἱ ἀκροαταὶ οἱ τὰ μὲν καλὰ κατέχοντες δόγματα, τῶν δὲ φαύλων ἀπεχόμενοι. ἀργύρια τοίνυν τοῦ κυρίου εἰσὶ τὰ ἔχοντα τὴν βασιλικὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν εἰκόνα τοῦ λόγου αὐτοῦ.