Ancient Greek · ~1 min
Page 163
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 163
Not analysed yet
σκότος δὲ ἐξώτερόν φησιν, ἔνθα οὐδεὶς φωτισμός ἐστιν, τάχα μὲν οὐδὲ σωματικός, πάντως δὲ οὐδεμία ἐπισκοπὴ θείου φωτός. εἰ δὲ τὸ σκότος ἐπάνω τῆς ἀβύσσου, αὕτη δὲ ἔξω τοῦ κόσμου, ὥς φασί τινες, κατὰ τοῦτο οἱ ἀνάξιοι τοῦ παντὸς κόσμου ἐκβάλλονται εἰς τὴν ἄβυσσον ἐκείνην, οὐδενὸς φωτίζοντος τὰ ἔξω τῆς τοῦ παντὸς κόσμου κατασκευῆς.