Ancient Greek · ~2 min
Page 237
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 237
Not analysed yet
μα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη», οὐχ οἷόν τε ἦν οὐδὲ Πέτρον ὁμολογῆσαι, διὸ οὐδὲ ἐγκαλεῖται. πρὸς γοῦν τοὺς ὁμολογοῦντας λέγει ὁ σωτήρ· «οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν». ἐν δὲ τῇ αὐλῇ τοῦ ἀποκτιννύντος γράμματος ἔτι ὢν καὶ ἐν Ἰουδαϊκαῖς παραδόσεσι καὶ ἐντάλμασι καὶ διδασκαλίαις ἀνθρώπων οὐχ ὁμολογεῖ Χριστόν. τήρει δὲ ὅτι ἡ δευτέρα ἄρνησις οὐκ ἔξω τοῦ πυλῶνος, ἀλλ' ἐν αὐτῷ.