Ancient Greek · ~2 min
Page 240
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 240
Not analysed yet
ἀλλὰ καὶ ὁ γνοὺς τὸ «ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου» ἔξω γίνεται τῆς ἀρνεῖσθαι Χριστὸν ποιούσης παιδίσκης. ὁ τοίνυν ἀκούσας τὸ «ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν» κτλ. ἵνα δὲ καὶ τῆς ἄλλης παιδίσκης ἀποστῶμεν, νοήσωμεν τὸ «ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν».