Ancient Greek
Page 246
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 246
Not analysed yet
ἐπειδὴ μήπω κατακέκριτο ὑπὸ Πιλάτου ὁ Ἰησοῦς, «ὁ παραδιδοὺς αὐτὸν» Ἰούδας οὐ νομίζων θανάτου ψῆφον ἐξοίσειν κατ' αὐτοῦ τοὺς ἀρχιερεῖς καὶ προγνοὺς τοῦτο γεγονὸς ἐν συμβουλίῳ δυνάμει εἶδεν τὸν Ἰησοῦν δι' ὅλου κατακριθέντα. ἤτοι ἐπὶ τὸν Ἰούδαν ἀναφέρεται τὸ «κατεκρίθη» αἰσθόμενον οἷον κακὸν ἦν ὑπὸ θεοῦ καταδικασθείς ἢ ὁ «μετὰ τὸ ψωμίον εἰσελθὼν εἰς αὐτὸν σατανᾶς», παρὼν αὐτῷ, ἕως Ἰησοῦς παρεδόθη Πιλάτῳ, «ἀπέστη ἀπ' αὐτοῦ ἕως καιροῦ», ὡς χωρῆσαι τὴν μεταμέλειαν . . .