Ancient Greek · ~2 min
Page 253
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 253
Not analysed yet
δῆλον γὰρ ἦν ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματι, ἀπέλυσεν ἂν ὁ δικαστὴς αὐτὸν λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι· ὅθεν καὶ ὁ ἡγεμὼν «ἐθαύμαζεν» αὐτόν, πῶς δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίας ἐσιώπα . . . οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ «λίαν»· τάχα μὲν διὰ τὸ ἄτρεπτον αὐτοῦ καὶ ἀτάραχον πρὸς θάνατον καὶ τὸ ἐν τούτοις γαληνὸν τοῦ προσώπου, τάχα δὲ ἐθαύμαζε καὶ τὴν ὑπὲρ ἄνθρωπον μακροθυμίαν. εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥω-