Ancient Greek · ~2 min
Page 260
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 260
Not analysed yet
εἰκὸς δὲ κατ' ἀρχὰς τῆς Ῥωμαϊκῆς βασιλείας τὴν στρατιωτικὴν ἐπιστήμην οὔπω τὴν πρέπουσαν τάξιν ἔχειν, διὸ παρὰ τὰ <νῦν Kl> Ῥωμαίων ἔθη συνάγεται ἐπ' αὐτὸν ἡ σπεῖρα καὶ ποιεῖ τὰ γεγραμμένα, διὰ τὸ ἀκοῦσαι αὐτὸν βασιλέα χλευαστικῶς ταῦτα ποιοῦντες. εἰ δὲ ἡ σπεῖρα σύμβολον τῆς στρατιᾶς τοῦ πονηροῦ καὶ εἰ ὑπὸ τῶν ἀοράτων βασιλειῶν ἐνηργοῦντο (☩ταῦτα Koe) ἀγνοουσῶν τὴν οἰκονομίαν, ζητήσεις·