Ancient Greek · ~2 min
Page 271
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 271
Not analysed yet
εἰκὸς δὲ καὶ κατὰ μὲν τὴν ἀρχὴν ἀμφοτέρους ὠνειδικέναι, ὕστερον δὲ τὸν ἕτερον μεταβεβληκέναι ἐπὶ τὸ πιστεῦσαι αὐτῷ, ὑπομνησθέντα τε ὧν ἐποίει σημείων καὶ ἰδόντα ἀρχόμενον σκοτίζεσθαι τὸν ἀέρα. ὅρα δὲ εἰ ὁ σῳζόμενος λῃστὴς σύμβολόν ἐστιν τῶν μετὰ ἁμαρτίας εἰς Ἰησοῦν πιστευσάντων καὶ λεγόντων· «Χριστῷ συνεσταύρωμαι», συμμορφιζομένων τῷ θανάτῳ αὐτοῦ, οἳ καὶ τῆς ἐν παραδείσῳ καταξιοῦνται διατριβῆς διὰ τὸ εἰρηκέναι τὸν κύριον τὸ «σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ».