Ancient Greek · ~3 min
Page 43
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 43
Not analysed yet
ναὸν τόπου, ἔνθα ἐξῆν τὰς μὲν παρθένους εἰσιέναι καὶ προσκυνεῖν τῷ θεῷ, τὰς δὲ ἤδη πεπειραμένας κοίτην ἀνδρὸς οὐκ ἐπέτρεπον ἐν ἐκείνῳ. ἡ οὖν Μαρία μετὰ τὸ γεννῆσαι τὸν σωτῆρα [ἡμῶν] ἐλθοῦσα προσκυνῆσαι ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. καὶ κωλυόντων τῶν εἰδότων αὐτὴν γεννήσασαν ὁ Ζαχαρίας ἔλεγε τοῖς κωλύουσιν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων ἔτι παρθένον οὖσαν. ὡς οὖν σαφῶς παρανομοῦντα καὶ εἰς τὸν τόπον τῶν παρθένων ἐπιτρέποντα γυναῖκα γίνεσθαι ἀπέκτειναν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου» οἱ τῆς γενεᾶς ἐκείνης. ὀνειδίζονται γοῦν ὑπὸ τοῦ σωτῆρος οὐχ ὡς υἱοὶ τῶν τοὺς προφήτας ἀποκτεινάντων καὶ τὸν Ζαχαρίαν μετὰ τῶν προφητῶν, ἀλλ' ὡς αὐτοὶ φονεύσαντες. οὐ θαυμαστὸν δέ, εἰ ἔτυχεν ὥσπερ ὁμωνύμους εἶναι τὸν πατέρα Ἰωάννου Ζαχαρίαν τοῦ ἐν τοῖς δώδεκα. οὕτω καὶ τὸν πατέρα τοῦ πατρός.