Ancient Greek
Page 42
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 42
Not analysed yet
Οὐ δύνανται γὰρ τὸν ἐν τοῖς δώδεκα τεταγμένον Ζαχαρίαν υἱὸν Βαραχίου ἀνῃρηκέναι οἱ νῦν ὑπὸ τοῦ σωτῆρος ὀνειδιζόμενοι. ἀλλ' εἰκὸς [καθώς φησιν Ἰώσηππος] Ζαχαρίαν νῦν λέγεσθαι τὸν Ἰωάννου πατέρα, περὶ οὗ ἀπὸ μὲν γραφῶν δεῖξαι οὐκ ἔχομεν οὔτε ὅτι υἱὸς ἦν Βαραχίου, οὔτε ὅτι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἐφόνευσαν αὐτὸν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου». ἀλλ' ἦλθεν εἰς ἡμᾶς τοιαύτη τις παράδοσις, ὡς ἄρα ὄντος τινὸς περὶ τὸν