Ancient Greek · ~7 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.Ὡριγένους τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ια΄.
Not analysed yet
Ὀψίας δὲ γενομένης προςῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ (τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ὅν ἔστιν εὐκαίρως εἰπεῖν τὸ »¬’εσχάτη ὥρα ἐστίν ὁ λόγος φασὶν αὐτῷ ὅτι ἔρημός ἐστιν ὁ τόπος, ὀρῶντες τὴν τοῦ θείου [καὶ]νόμου καὶ λόγου ἐρημίαν ἐν τοῖς πολλοῖς. λέγουσι δ´ αὐτῷ τὸ καὶ ἡ ὥρα ἤδη παρῆλθεν, οἱονεὶ παρεληλυθε τὸ εὔκαιρον νόμου καὶ προφητῶν. τάχα δὲ τοῦτο ἔλεγον, ἀναφέροντες τὸν λόγον, καὶ διὰ τὸ τὸν Ἰωάννην ἀποκεκεφαλίσθαι καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οἵ ἧσαν μέχρι Ἰωάννου, πεπαῦσθαι. παρῆλθεν οὖν (φασὶν) ἡ ὥρα, καὶ οὐ πάρεστι τροφὴ τῷ τὸν καιρὸν αὐτῆς μηκέτι ἐνεστηκέναι, ἵν’ οἱ ἐν τῇ ἐρήμῳ ἀκολουθήσαντές σοι νόμῳ καὶ προφήταις δουλεύσωσι. καὶ ἔτι φασὶν οἱ μαθηταί· ἀπόλυσον οὖν αὐτούς, ἵν’ ἕκαστος, εἰ μὴ δύναται ἀπὸ τῶν πόλεων, ἀλλ’ ἀπὸ τῶν κωμῶν, τῶν ἀτιμοτέρων χωρίων, κὠνήσηται βρώματα. ταῦτα μὲν ἔφασκον οἱ μαθηταί, ἀπογινώσκοντες τοῖς ὄχλοις εὑρεθήσεσθαι, μετὰ τὸ καταλελύσθαι τὸ γράμμα τοῦ νόμου καὶ πεπαῦσθαι προφητείας, παραδόξους καὶ καινὰς τροφάς. ἀλλ’ ὁ Ἰησοῦς ὅρα τί ἀποκρίνεται τοῖς μαθηταῖς, μονονουχὶ βοῶν καὶ σαφῶς λέγων· ὐμεῖς μὲν ὑπολαμβάνετε ὅτι, ἐὰν ἀπέλθωσιν ἀπ’ ἐμοῦ ὀ πολὺς ὄτε παραμενοῦσί μοι. ἐγὼ δὲ ὑμῖν ἀποφαίνομαι ὅτι, οὗ μὲν ὑπολαμβάνετε χρῄζειν αὐτούς, οὐ χρῄζουσιν (οὐ γὰρ χρείαν ἔχουσι τοῦ ἀπελθεῖν)· οὗ δὲ νομίζετε αὐτοὺς μὴ ἔχειν χρείαν (τουτέστιν ἐμοῦ ὡς μὴ δυναμένου αὐτοὺς τρέφειν), τούτου παρὰ τὴν ὑμετέραν προσδοκίαν χρείαν ἔχουσιν. ἐπεὶ οὖν παιδεύσας ὐμᾶς ἱκανοὺς ἐποίησα πρὸς τὸ διδόναι τοῖς δεομένοις λογικὴν τροφήν, ὑμεῖς δότε τοῖς ἀκολουθήσαςί μοι ὄχλοις φαγεῖν· ἔχετε γὰρ δύναμιν ἀπ’ ἐμοῦ λαβόντες τοῦ δοῦναι τοῖς ὄχλοις φαγεῖν, ᾗτινι εἰ ἦτε ἐπιστήσαντες, κατενοήσατε ἄν, ὅτι πολλῷ πλεῖον ἐγὼ δύναμαι αὐτοὺς θρέψαι, καὶ οὐκ εἰρήκειτε ἄν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα.