Ancient Greek · ~14 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.2.1
Not analysed yet
Ὁ μὲν οὖν Ἰησοῦς, δι’ ἣν ἔδωκε δύναμιν καὶ ἑτέρων θρεπτικὴν τοῖς μαθηταῖς, εἶπε· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἰκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον ἢ λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκὴ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φαςίν· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας,πέντε μὲν ἴσως αἰνισςόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν. δύο δὲ ἰχθῦς ἤτοι τὸν προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον, ὠσπερεὶ ὄψον τυγάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων, ἢ τάχα καὶ τὸν φθάσαντα ἐπ᾿ αὐτοὺς περὶ πατρὸς καὶ υἱοῦ λόγον. διὸ καὶ αὐτὸς »ἔφαγεν ἰχθύος ὀπτοῦ« ἀναστὰς »μέρος λαβὼν« ἀπὸ τῶν μαθητῶν, καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολοτγίαν. ἡμεῖς μὲν οὖν οὕτως τῷ περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων ἐπιβαλεῖν δεδυνήμεθα λόγῳ· εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθεύας παρ᾿ ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ᾿ ἂν ἀποδοῦναι περὶ τούτων νοῦν. Παρατηρητέον μέντοι, ὅτι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ᾿ ὅτι πύρινοι οὔθ᾿ ὅτι κρίθινοι ἦσαν ὑποσημειωςάμενοι· ὁ δὲ Ἰωάννης μόνος κριθίνους εἶπεν εἶναι τοὺς ἄρτους, διὸ τάχα οὐδὲ οἱ μαθηταὶ ὀμολογοῦσιν ἔχειν αὐτοὺς παρ᾿ ἑαυτοῖς ἐν τῷ τοῦ Ἰωάννου εὐαγγελίῳ, ἀλλὰ λέγουσι παρ᾿ αὐτῷ ὅτι »ἔστι παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια«. καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας· ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτὶσι τῶν ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν᾿ ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. ἐπερίσσευσε γὰρ τοῖς ὄχλοις τοσαὐτα, ἃ κατὰ μὲν τοὺς ὄχλους οὐκ ἦν, κατὰ δὲ τοὺς δυναμένους μαθητὰς ἆραι τὸ περισσεῦον τῶν κλασμάτων καὶ ἀποθέσθαι εἰς κοφίνους πληρουμένους τῶν περισσευμάτων, ὄντας τὸν ἀριθμὸν τοσούτους ὅσαι αἱ φυλαὶ τοῦ Ἰσραήλ. περὶ μὲν οὖν τοῦ Ἰωσὴφ ἐν Ψαγμοῖς γέγραπται· »αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν«, περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δύδεκα (οἶμαι) δώδεκα κοφίνους οὐχ ἡμιτελεῖς, ἀλλὰ πλήρεις. Λ· αί εἰσιν οἶμαι) μέχρι τοῦ δεῦρο καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ πλήρεις κόφινοι δώδεκα τῶν κλασμάτων ἄρτου ζῶντος, οὕς μὴ δύνανται οἱ ὄχλοι ἐσθίειν, παρὰ τοῖς τῶν ὄχλων κρείττοσι μαθηταῖς τοῦ Ἰησοῦ. ἦσαν δέ οἱ ἐσθίοντες ἀπὸ τῶν πέντε ἄρτων τῶν Πρὸ τῶν περισσευσάντων κοφίνων δώδεκα συγγενεῖς τῷ πέντε ἀριθμῷ μέχρι τῶν αἰσθητῶν φθάσαντες καὶ διὰ τοῦτο πεντακισχίλιοι· ἢ καὶ μέχρι τῶν αἰσθητῶν ἔφθασαν οἱ φαγόντες, ἐπεὶ καὶ οὗτοι ἀπὸ τοῦ ἀναβλέψαντος εἰς οὐρανὸν ἐτράφησαν καὶ εὐλογήσαντος καὶ κλάσαντος αὐτοῦς, καὶ οὐ παῖδες οὐδέ γυναῖκες, ἀλλ᾿ ἄνδρες. εἰσὶ γὰρ καὶ ἐν αἰσθηταῖς (οἶμαι) τροφαῖς διαφοραί, ὠς τινὰς μέ· ν αὐτῶν εἶναι τῶν καταργησάντων »τὰ τοῦ νηπίου«, τινὰς δὲ τῶν νηΠίων ἔτι καὶ σαρκίνων »ἐν Χριστῷ«.