Ancient Greek · ~17 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.11.1
Not analysed yet
Μετὰ δὲ ταῦτα ὅλας τὰς παρὰ Ἰουδαίοις τῶν πρεσβυτέρων παραδόσεις ἀπὸ τῶν προφητικῶν βουλόμενος διαβάλλειν λόγων, παρέθετο ῥητὸν ἀπὸ τοῦ Ἡσαΐου, ὅπερ αὐταῖς λέξεσιν οὕτως ἔχει· »καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτῶν« καὶ τὰ ἑξῆς. κοὶ προείπομέν γε, ὅτι οὐκ αὐταῖς λέξεσιν ἀνέγραψεν ὁ Ματθαῖος τὸ προφητικόν. εἰ δέ δεῖ διὰ τὸ εὐαγγέλιον χρησάμενον αὐτῷ) κατὰ τὸ δυνατὸν αὐτὸ διηγήσασθαι, προσληψόμεθα τὴν ἀνωτέρω λέξιν, χρησίμως οἶμαι) ἡμῖν τετηρημένην εἰς διήγησιν τῆς ἐν τῷ εὐαγγελίῳ ἀπὸ τοῦ προφήτου εἰλημμένης. ἔχει δέ οὕτως ἀπ᾿ ἀρχῆς τὸ ἐν τῷ Ἡσαΐᾳ ῥητόν· »ἐκλύθητε καὶ ἔκστητε. κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδ’ ἀπὸ οἴνου· ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατανύξεως, κοὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν κοὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὅ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα · κοὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ · ἀνάγνωθι τοῦτο· κοὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος« καὶ τὰ ἑξῆς ἕως τοῦ »οὐαὶ οἱ ἐν κρυφῆ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν«. Προσλαβὼν τοίνυν τὴν προκειμένην ἐν τῷ εὐαγγελίῳ λέξιν ἐθέμην τινὰ τῶν πρὸ αὐτῆς καί τινα τῶν ἑξῆς αὐτῆς, ἵνα παραστήσωμεν τίνα τρόπον ἀπειλεῖ καμμύσειν »τοὺς ὀφθαλμοὺς« τῶν ἀπὸ τοῦ λαοῦ ὁ λόγος ἐκστάντων καὶ κραιπαλησάντων καὶ πεποτισμένων »πνεύματι κατανύξεως«, ἐπειλεῖ δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν τὰ κρυπτὰ« ἄρχοντας αὐτῶν. ἅπερ οἶμοι) γεγένηται μετὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν ἐν τῷ λαῷ ἐκείνῳ · γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλο)ν μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, »ὡς λόγοι βιβλίου ἐσφραγισμένου«. τὸ δέ »ἐσφραγισμένου« εἴρηται οἱονεὶ κεκλεισμένου τῇ ἀσαφείᾳ κοὶ μὴ ἠνοιγμένου τῇ σαφηνείᾳ· ὅπερ ἐπίσης τοῖς μηδὲ τὴν ἀρχὴν διὰ τὸ μὴ εἰδέναι γράμματα) ἀναγνῶναι αὐτὸ δυναμένοις κοὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματά ἐστιν ἀσαφές, οὐ γινώσκουσι τὸν ἐν τοῖς γεγραμμένοις νοῦν. καλῶς οὖν ἐπιφέρει 〈τού〉τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστλὰς μανῇ κοτ’ αὐτοῦ, οἶς καὶ κραιπαλήσει κατ᾿ αὐτοῦ »πνεύματι κατανύξεως«, ὅ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀνξίους τοῦ βλέπειν) κοὶ τῶν προφητῶν αὐτῶν καὶ τᾶ)ν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα· ὅπερ πεπόνθασιν ὁ λαὸς ὁ τῶν μὴ πιστευόντων εἰς τὸν Ἰησοῦν ὡς Χριστόν. ἐΠὰν δέ γέ- νηται τὰ προφητικὰ αὐτοῖς «ὡς λόγοι βιβλίου ἐσφραγισμένου«, οὐ τοῖς μὴ εἰδόσιν ἀλλὰ καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματα, τότε εἶπεν ὁ κύριος μόνῳ »τῷ στόματι« ἐγγίζειν τὸν λαὸν τῶν Ἰουδαίων θεῷ · καὶ »τοῖς χείλεσι« τιμᾶν αὐτόν φησι, διότι »ἡ καρδία αὐτῶν« διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν πόρρω ἐστὶν ἀπὸ κυρίου. Καὶ νῦν μάλιστα, ἐξ οὗ τὸν σωτῆρα ἡμῶν ἠρνήσαντο, λεχθείη ἄν ὑπὸ τοῦ θεοῦ περὶ αὐτῶν τὸ μάτην δέ σέβονταί με· οὐκέτι γὰρ διδάσκουσιν ἐντάλματα θεοῦ. ἀλλὰ ἀνθρώπων καὶ διδασκαλίας οὐκέτι τὰς ἀπὸ τῆς τοῦ πνεύματος σοφίας, ἀλλὰ τὰς ἀνθρωπίνας. ὅθεν τούτων αὐτοῖς συμβαινόντων, μετέθηκεν ὁ θεὸς τὸν τῶν Ἰουδαίων λαὸν καὶ ἀπώλεσε τὴν σοφίαν« αὐτῶν τῶν παρ’ αὐτοῖς σοφῶν οὐκέτι γάρ ἐστι σοφία παρ᾿ αὐτοῖς ὡς οὐδέ προφητεία), ἀλλὰ κοὶ »τὴν σύνεσιν τῶν συνετῶν« τοῦ λαοῦ κατορώρυχέ που κοὶ ἔκρυφεν ὁ θεός, καὶ οὐκέτι ἐστὶ λαμπρὰ καὶ ἐπιφανής. διὸ κἄν δοκῶσι βουλήν τινα »βαθέως« ποιεῖν, οὐ διὰ τοῦ κυρίου αὐτὴν ποιοῦντες ταλανίζονται · κἄν κρυπτά τινα ἐπαγγέλλωνται βουλῆς θείας, ψεύδονται, ἐπεὶ τὰ ἔργα αὐτῶν οὐ φωτός ἐστιν καὶ ἡμέρας, ἀλλὰ σκότους διὰ βραχέων δέ ἔδοξεν ἡμῖν ἐκθέσθαι τὴν προφητείαν καὶ τὴν ἐπὶ ποσὸν σαφήνειαν αὐτῆς, ἐπείπερ ἐμνήσθη αὐτῆς ὁ Ματθαῖος. ἐμνήσθη δὲ καὶ Μᾶρκος, ἀφ᾿ οὗ χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα· »οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ Πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπ᾿ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, κοὶ ἄλλα τινά ἐστιν ἅ παρέλαβον κρατεῖν, βαΠτισμοὺς ποτηρίων καὶ ξεστῶν κοὶ χαλκείων καὶ κλινῶν«.