Ancient Greek · ~17 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.12.1
Not analysed yet
Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς (15, 10 —20). Σοφῶς διὰ τούτων ὑπὸ τοῦ σωτῆρος διδασκόμεθα, ἀναγινώσκοντες ἐν τῷ Λευϊτικῷ καὶ ἐν τῷ Δευτερονομίῳ τὰ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων, ἐφ’ οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν. εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ τοῦ στόματος ,καὶ μάλιστα ἐΠεὶ καὶ ἐν τῷ κατὰ τὸν Μᾶρκον ταῦτα ἔλεγεν ὁ σωτὴρ »καθαρίζων πάντα τὰ βρώματα«, δῆλον ὅτι οὐ κοινούμεθα μέν ἐσθίοντες ἅ Ἰουδαῖοί φασι τῷ γράμματι τοῦ νόμου δουλεύειν ἐθέλοντες) εἶναι ἀκάθαρτα, τότε δέ κοινούμεθα ὅτε, δέον τὰ χείλη ἡμῶν δεδέσθαι »αἰσθήσει« καὶ ποιεῖν ἡμᾶς οἶς λέγομεν »ζυγὸν καὶ σταθμόν«, λέγομεν μὲν τὰ παρατυχόντα διαλογιζόμεθα δέ τὰ μὴ δέοντο, ἀφ᾿ ὧν ἡ πηγὴ ἡμῖν ἔρχεται τῶν ἁμαρτημάτων. καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ᾿ ἀρετήν, τὰ δέ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμεν διὰ τὴν προαίρεσιν καὶ τὸν ἐν ἡμῖν λόγον ὁμαρτανόμενα μέν κακῶς πράττεσθαι, κατορθού μενα δὲ γίγνεσθαι καλῶς. ταῦτα δέ τις ἐπιπελῶς νοήσας, ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἶόν τέ ἐστι κακῶς καὶ ἀπὸ πάθους λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά. ὥσπερ γὰρ τοῦ μὲν ἁμαρτάνοντος Ἰουδαίου ἡ εἰς ἀκροβυστίαν λογισθήσεται τοῦ δὲ κατορθοῦντος ἀπὸ τῶν ἐθῶν ἡ ἀκροβυστία εἰς περιτομήν, οὕτως τὰ μὲν νομιζόμενα καθαρὰ λογισθήσεται εἰς ἀκάθαρτα τῷ μὴ δεόντως αὐτοῖς μηδέ ὅτε δεῖ μηδέ ὅσον δεῖ μηδὲ ὅθεν δεῖ χρωμένῳ, τὰ δέ λεγόμενα ἀκάθαρτα »πάντα« γίνεται καθαρὰ τοῖς καθαροῖς· τοῖς γὰρ μεμιασμένοις καὶ ἀπίστοις οὐδέν καθαρόν, ἐπεὶ μεμίανται αὐτῶν καὶ ὁ νοῦς κοὶ ἡ συνείδησις«· καὶ ταῦτα, μεμιασμένα, ἅπαντα ποιεῖ μιαρὰ ὧν ἄν ἅψηται, ὡς πόλιν ἐκ τοῦ ἐναντίου ὁ καθαρὸς νοῦς κοὶ ἡ καθαρὰ συνείδησις πάντα ποιεῖ καθαρά, κἂν δοκῇ ἀκάθαρτα τυγχάνειν · οὐδὲ γὰρ ἀπὸ ἀκολασίας οὐδὲ ἀπὸ φιληδονίας οὐδὲ μετὰ διακρίσεως περιελκούσης εἰς ἑκάτερα οἱ δίκαιοι χρῶνται τοῖς βρώμασιν ἢ πόμασι, μεμνημένοι τοῦ »εἴτε ἐσθίετε εἴτε πίνετε ἕτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν θεοῦ ποιεῖτε«. Εἰ δέ χρὴ ὑπογράψαι τὰ κατὰ τὸ εὐαγγέλιον ἀκάθαρτα βρώματα, φήσομεν ὅτι τοιαῦτά ἐστι τὰ ἀπὸ πλεονεξίας πεπορισμένα καὶ ἀπὸ αἰσχροκερδείας περιγεγενημένα καὶ ἀπὸ φιληδονίας λαμβανόμενα καὶ ἁπὸ τοῦ θεοποιεῖσθαι τιμωμένην τὴν γαστέρα, ὅταν αὐτὴ καὶ αἱ κοτ’ αὐτὴν ὀρέξεις καὶ μὴ ὁ λόγος ἄρχῃ τῆς ἡμῶν. ἡμῶν. ἀλλὰ καὶ γινώσκοντες δαιμονίοις κεχρῆσθαί τινα ἢ μὴ γινώσκοντες μέν, ὑπονοοῦντες δέ) καὶ διακρινόμενοι περὶ τούτου, εἰ χρησαίμεθα τοῖς τοιούτοις, οὐκ »εἰς δόξαν θεοῦ« αὐτοῖς κεχρήμεθα οὐδὲ ἐν ὀνόματι Χριστοῦ, οὐ μόνον τῆς περὶ τοῦ εἰδωλόθυτα εἶναι ὑπολήψεως κατακρινούσης τὸν ἐσθίοντα, ἀλλὰ καὶ τῆς περὶ τούτου διακρίσεως. »ὁ γὰρ διακρινόμενος κατὰ τὸν ἀπόστολον) ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως · πᾶν δὲ ὅ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν«. »ἐν πίστεως« μὲν οὖν ἐσθίει ὁ πεπιστευκὼς μὴ ἐν εἰδωλείοις τεθύσθαι τὸ ἐσθιόμενον μηδέ πνικτὸν αὐτὸ εἶναι ἢ αἶμα, οὐκ »ἐκ πίστεως« δέ ὁ περὶ τούτων τινὸς διακρινόμενος · καὶ κοινωνὸς δέ τῶν δαιμονίων« γίνεται ὁ καὶ αὐτὰ εἰδὼς »δαιμονίοις« τεθύσθαι καὶ οὐδὲν ἧττον χρώμενος μετὰ μεμολυσμένης τῆς περὶ τῶν δαιμονίων κοινωνησάντων τῷ θύματι φαντασίας. καὶ ὁ ἀπόστολος μέντοι ἐπιστάμενος μὴ τὴν φύσιν τῶν βρωμάτων αἰτίαν εἶναι βλάβη( τῷ χρωμένῳ ἢ ὠφελείας τῷ ἀπεχομένῳ, ἀλλὰ τὰ δόγματα καὶ τὸν ἐνυπάρχοντα λόγον, εἶπε · »βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ θεῷ · οὔτε γὰρ ἐὰν φάγωμεν περισσευόμεθα, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα«. καὶ ἐπείΠερ ἠπίστατο τοὺς μεγαλοφυέστερον νοοῦντας κατὰ τὸν νόμον, τίνα τὰ καθαρὰ καὶ τίνα τὰ ἀκάθαρτα, ἀποστάντας τῆς περὶ τοῦ χρῆσθαι ὡς καθαροῖς καὶ ἀκαθάρτοις διαφορᾶς καὶ δεισιδαιμονίας οἶμαι) ἐν διαφόροις, ἀδιαφορῖν τῇ χρήσει τῶν βρωμάτων καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων ὡς παρανόμους κρίνεσθαι, διὰ τοῦτο εἶπέ που· μὴ οὖν κρινέτω τις ὑμᾶς ἐν βρώσει ἢ ἐν πόσει« καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μέν κατὰ τὸ γράμμα σκιά ἐστι τὰ δ’ ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντό ἐστιν ἀγαθά, ἐν οἷς ἔστιν εὑρεῖν, τίνα τὰ καθαρὰ τῆς ψυχῆς πνευματικὰ βρώματα καὶ τίνα τὰ ἀκάθαρτα ἐν λόγοις ψευδέσι καὶ ἐναντίοις βλάπτοντα τὸν τρεφόμενον ἐν αὐτοῖς· »σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν«.