Ancient Greek · ~17 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.19.1
Not analysed yet
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν (15, 32 [-39]). Ἀνωτέρω μὲν ἐπὶ τῆς ὁμοίας ταύτῃ περὶ τῶν ἄρτων ἱστορίας πρὸ τῶν ἄρτων »ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτὼν. καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον αὐτοὺς« καὶ τὰ ἑξῆς· νῦν δὲ μετὰ τὴν θεραπείαν τῶν κωφῶν καὶ τῶν λοιπῶν σπλαγχνίζεται ἐπὶ τὸν ὄχλον τρεῖς ἤδη ἡμέρας προσμένοντα αὐτῷ καὶ μὴ ἔχοντα φαγεῖν. καὶ ἐκεὶ μὲν οἱ μαθηταὶ περὶ τῶν πεντακισχιλιων ἀξιοῦσιν, ἐνθάδε δὲ ἀφ᾿ ἑαυτοῦ περὶ τῶν τετρακισχιλιων λέγει. κἀκεῖνοι μὲν ὀψίας τρέφονται ἠμέραν αὐτῷ συνδιατοίψαντες. οὗτοι δὲ μαρτυρηθέντες ὅτι αὐτῷ τρεῖς ἡμέρας προσέμειναν μεταλαμβάνουσι τῶν ἄρτων, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. κἀκεὶ μὲν »πέντε δρτους καὶ δύο ἰχθύας« φοσὶν οἱ μοθηταὶ ἔχειν μόνους οὐ πυ- θομένῳ, ἐνθάδε δὲ πυθομένῳ ἀποκρίνονται περὶ ἑπτὰ ἄρτων καὶ ἀλίγων ἰχθυδίων. κἀκεῖ μὲν κελεύει »τοὺς ὄχλους ἀνακλιθῆναι« οὐκ ἀναπεσεῖν »ἐπὶ τοῦ χόρτου« καὶ γὰρ ὁ Λουκᾶς »κατακλίνατε αὐτοὺς« ἀνέγραψε · καὶ ὁ Μᾶρκος »ἐπέταξε« φησὶν »αὐτοῖς πάντας ἀνακλῖναι«) ,ἐνθάδε δὲ οὐ κελεύει ἀλλὰ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν. πόλιν ἐκεῖ μὲν ταῖς αὐταῖς λέξεσιν οἱ τρεῖς εὐαγγελισταί φασιν ὅτι »λαβὼν τοὺς ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν«, ἐνθάδε δὲ ὡς ὁ Ματθαῖς καὶ Μᾶρκος ἀνέγραψαν) εὐχαριστήσας ὁ Ἰησοῦς ἔκλασε. κἀκεῖ μέν ἐπὶ τοῦ χόρτου« ἀνακλίνονται, ἐνθάδε δὲ ἐπὶ τὴν γῆν ἀναπίπτουσι. ζητήσεις δέ ἐν τοῖς κατὰ τοὺς τόπους τὸ τοῦ Ἰωάννου παρηλλαγμένον ,ὅς ἐπ᾿ ἐκείνης μέν τῆς πράξεως ἀνέγραψεν ὅτι εἶπεν ὁ Ἰησοῦς· »ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν« καὶ ὅτι »εὐχαριστήσας ἔδωκε τοῖς ἀνακειμένοις« ἀπὸ τῶν ἄρτων, ταύτης δέ οὐδέ τὴν ἀρχὴν ἐμνημόνευσε. Προσέχων οὖν τῇ διαφορᾷ τῶν κατὰ τοὺς τόπους ἐπὶ τοῖς ἄρτοις γεγραμμένων, τούτους νομίζω τάγματος εἶναι διαφέροντος παρ’ ἐκείνους· διόπερ οὗτοι μὲν ἐν ὄρει τρέφονται ἐκεῖνοι δέ ἐν ἐρήμῳ τόπῳ, καὶ οὗτοι μὲν τρεῖς παραμείναντες τῷ Ἰησοῦ ἡμέρας ἐκεῖνοι δὲ μίαν, ἧς ἐν τῇ ἑσπέρᾳ ἐτράφησαν. ἔτι δὲ εἰ μὴ ταὐτόν ἐστι τὸ ἀφ᾿ ἑαυτοῦ ποιῆσαι τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐΠὶ τῶ εὐεργετῆσαι θρέψαντος αὐτοὺς***. εἰ δὲ κατὰ τὸν Ἰωάννην κρίθινοι ἦσαν οἱ ἄρτοι, ἀφ᾿ ὧν »ἐπερίσσευσαν« οἱ δώδεκα κόφινοι, οὐδὲν δέ τοιοῦτον Περὶ τούτων λέγεται, πῶς οὐ βελτίους οὗτοι παρὰ τοὺς προτέρους; κἀκείνων μέν »τοὺς ἀρρώστους ἐθεράπευσεν«, ἐνταῦθα δέ τοὺς μετὰ τῶν ὄχλων οὐκ ἀρρώστους θεραπεύει, ἀλλὰ τυφλοὺς καὶ χωλοὺς καὶ κωφοὺς καὶ κυλλούς · διὸ καὶ ἐπὶ τούτοις μὲν θαυμάζουσιν οἱ τετρακισχίλιοι, ἐπὶ δέ τοῖς ἀρρώστοις ουδεν τοιοῦτον λέλεκται. κρείττους δέ εἰσιν (οἶμαι) οἱ φαγόντες ἀπὸ τῶν ἑπτὰ εὐχαριστηθέντων ἄρτων τῶν φαγόντων ἀπὸ τῶν πέντε εὐλογηθέντων, καὶ οἱ φαγόντες ἀπὸ τῶν ὀλίγων ἰχθυδίων παρὰ τοὺς φαγόντος ἀπὸ τῶν δύο · τάχα δὲ κοὶ οἱ ἀναπεσόντες ἐπὶ τὴν γῆν <παρὰ τοὺς ἀνακλιθέντας »ἐπὶ ἐΠὶ τοῦ του«>. κοὶ ἐκεῖνοι μέν ἀπὸ ὀλιγωτέρων ἄρτων »δώδεκα κοφίνους« οὗτοι δὲ ἀπὸ πλειόνων ἑπτὰ σπυρίδας ,τῷ χωρητικώτεροι εἶναι μειζόνων. καὶ τάχα οὗτοι μέν ἐπιβαίνουσι πάντων τῶν γηΐνων καὶ ἀναπίπτουσιν ἐπ᾿ αὐτῶν, οἱ δ’ ἐπὶ τοῦ χόρτου« ἐπὶ μόνης τῆς σαρκὸς αὐτῶν · »πᾶσα« γὰρ »σὰρξ χόρτος«. πρόσχες καὶ μετὰ τοῦτα ὅτι τούτους ἀπολῦσαι ὁ Ἰησοῦς νήστεις οὐ θέλει, ἶνα μὴ ἐκλυθῶσιν ὡς κενοὶ τῶν ἄρτων Ἰησοῦ, καὶ ἔτι ἐν τῇ ὁδῷ τυγχάνοντες τῇ ἐπὶ τὰ οἰκεῖα βλαβῶσι. σημείωσαι δὲ εἴ που ἀναγέγραπται ὁ Ἰησοῦς ἀπολελυκέναι, ἶν’ ἴδῃς διαφορὰν τῶν μετὰ τὸ τραφῆναι ὑπ᾿ αὐτοῦ ἀπολυθέντων καὶ τῶν ἄλλως ἀπολυθέντων· παράδειγμα δέ ἄλλως ἀπολυθέντος τὸ »γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου«. πρὸς δὲ τούτοις οἱ μὲν ἀεὶ συνόντες τῷ Ἰησοῦ μαθηταὶ οὐκ ἀπολύονται ἀπ᾿ αὐτοῦ, οἱ δέ ὄχλοι φαγόντες ἀπολύονται. καθὰ πόλιν οἱ μαθηταὶ μηδέν μέγα φρονοῦντες περὶ τῆς Χαναναίας φασίν · »ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν«, ὀ δὲ σωτὴρ οὐδαμῶς αὐτὴν ἀπολύων φαίνεται· εἰπῶν γὰρ αὐτῇ· »ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις« ἰάσατο μέν τὴν θυγατέρα αὐτῆς »ἀπὸ τῆς ὥρας ἐκείνης«, οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν αὐτήν. τοσαῦτα καὶ εἰς τὸ ἐκκείμενον ῥητὸν ἐπὶ τοῦ παρόντος ἐξετάσαι καὶ ἰδεῖν δεδυνήμεθα.