Ancient Greek · ~18 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.18.1
Not analysed yet
Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς δῆλον δέ ἐκ τῶν προειρημένων, ὅτι ἀπὸ τῶν μερῶν Τύρου »Τύρου Σιδῶνος«) ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἥτις ἥτις ἡ συνήθως ὀνομαζομενη Γενησαρῖτις λίμνη), Λ· αὶ πάλιν ἀνέβη εἰς τὸ ὄρος (ἔνθα ἀναβὰς (15, 29 [—31]). Ἔστιν οὖν εἰπεῖν ὅτι εἰς τὸ ὄρος τοῦτο, ὅΠου καθέζεται ὁ Ἰησοῦς. οὐχ ὑγιαίνοντες ἀναβαίνουσι μόνον, ἀλλὰ μετὰ τῶν ὑγιαινόντων καὶ οἱ διάφορα πάθη πεπονθότες. καὶ τάχα τοῦτο τὸ ὄρος, ἔνθα ἀναβὰς καθέζεται ὁ Ἰησοῦς, ἡ κοινοτέρως ἐστὶν ὀνομαζομένη ἐκκλησία, ἀνεστηκυῖα διὰ τὸν λόγον τοῦ θεοῦ παρὰ τὴν λοιπὴν γῆν καὶ τοὺς ἐπ᾿ αὐτῆς· ὅπου προσέρχονται οὐχ οἱ μαθηταὶ καταλιπόντες τοὺς ὄχλους ὡς ἐπὶ τῶν μακαρισμῶν) ἀλλὰ πολλοὶ ὄχλοι, οἵτινες αὐτοὶ μέν οὐ κατηγοροῦνται ὡς κωφοὶ ἤ τι πεπονθότες, ἔχουσι δὲ μεθ’ ἐαυτῶν τοὺς τοιούτους. καὶ γὰρ ἔστιν ἰδεῖν μετὰ τῶν προσερχομένων ὄχλων εἰς τοῦτο τὸ ὄρος, ἔνθα ὁ υἱὸς καθέζεται τοῦ θεοῦ, τινὰς μὲν κεκωφωμένους πρὸς τὰ ἐπαγγελλόμενα, ἄλλους δέ τυφλοὺς τὴν ψυχὴν κοὶ μὴ βλέποντος »τὸ ἀληθινὸν φῶς«, καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον ἐργάζεσθαι. οὗτοι τοίνυν οἱ ταῦτα κατὰ ψυχὴν πεπονθότες, οἱ μετὰ τῶν ὄχλων εἰς τὸ ὄρος ἀναβάντες, ἔνθα ἦν ὁ Ἰησοῦς, ὅσον μέν ἔξω τῶν ποδῶν εἰσι τοῦ Ἰησοῦ, οὐ θεραπεύονται ὑπ᾿ αὐτοῦ· ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς Πόδας οὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ’ ἑαυτοῖς) τυγχάνοντες, τότε ὑπ αὐτοῦ θεραπεύονται. Καὶ ἐπὰν ἴδης ἐν τῷ τῆς κοινότερον ἐκκλησίας λεγομένης ἀθροίσματι ἐρριμμένους μετὰ τοὺς τελευταίους αὐτῆς, οἱονεὶ καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ σώματος, τῆς ἐκκλησίας, τοὺς κατηχουμένους προσελθόντας μετὰ τῆς ἰδίας κωφότητος κοὶ τυφλότητος χωλότητός τε λαὶ κυλλότητος, καὶ τῷ χρόνῳ θεραπευομένους κατὰ τὸν λόγον, οὐκ ἄν ἁμάρτοις τοὺς τοιούτους λέγων ἀναβάντας μετὰ τῶν ὄχλων τῆς ἐκκλησίας εἰς τὸ ὄρος, ὅπου ὀ Ἰησοῦς, ἐρρίφθαι παρὰ τοὺς πόδας αὐτοῦ καὶ τεθεραπεῦ σθαι αὐτούς, ὥστε τὸν ὄχλον τῆς ἐκκλησίας θαυμάζειν βλέποντας ἀπὸ τηλικούτων κακῶν μεταβολὰς ἐπὶ τὸ βέλτιον γενομένας, ὥστ’ ἄν εἰπεῖν · οἱ πρότερον κωφοὶ ὕστερον λαλοῦσι τὸν λόγον τοῦ θεοῦ καὶ οἱ »χωλοὶ περιπατοῦσι«, πληρουμένης καὶ τῆς τοῦ Ἡσαΐου οὐ μόνον ἐν σωματικοῖς ἀλλὰ κοὶ ἐν πνευματικοῖς προφητείας, λέγοντος · »τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων«. κἀκεῖ δέ, εἰ μὴ ἀποκληρωτικῶς εἴρηται τὸ »ὡς ἔλαφος ἁλεῖται ὁ χωλός«, φήσομεν μὴ μάτην ἐλάφῳ καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων καὶ μηδέν βλάπτεσθαι ὑπὸ ἰοῦ αὐτῶν δυναμένῳ παραβεβλῆσθαι τοὺς πρότερον χωλοὺς καὶ διὰ τὸν Ἰησοῦν ἁλλομένους ὡς ἔλλαφον. πληροῦται δὲ καὶ κατὰ τὸ βλέπεσθαι κωφοὺς λαλοῦντας ἡ λέγουσα προφητεία· »καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων« ἢ μᾶλλον ἡ φάσκουσα · »οἱ κωφοὶ ἀκούσατε«. κοὶ οἱ τυφλοὶ δὲ βλέπουσι κατὰ τὴν λέγουσαν προφητείαν ἑξῆς τῷ »οἱ κωφοὶ ἀκούσατε« καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν«. οἱ τυφλοὶ δὲ βλἐπουσιν, ὅτε βλέποντες τὸν κόσμον »ἐκ μεγέθους τοῦ κάλλους τῶν κτισμάτων ἀναλόγως« αὐτοις τὸν γενεσιουργὸν θεωροῦσι, καὶ ὅτε »τὰ ἀόρατα αὐτοῦ τοῦ θεοῦ) ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα« καθορῶσι, τουτέστιν ἐπιμελῶς καὶ σαφῶς ὁρῶσι καὶ νοοῦσι. Ταῦτα δέ βλέποντες οἱ ὅχλοι ἐδόξαζον τὸν θεὸν Ἰσραήλ, καὶ δοξάζουσι πειθόμενοι ὅτι ὁ αὐτὸς θεὸς πατήρ ἐστι τοῦ θεραπεύσαντος τοὺς προειρημένους καὶ θεὸς τοῦ Ἰσραήλ· οὐ γὰρ »Ἰουδαίων μόνον ὁ θεός« ἐστιν, ἀλλὰ »καὶ ἐθνῶν«. ἀναβιβάζωμεν οὖν μεθ’ ἑαυτῶν ἐπὶ τὸ ὄρος, ἔνθα καθέζεται ὁ Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ᾿ αὐτὸ μεθ’ ἡμῶν κωφούς, τυφλούς, χωλούς ,κυλλούς ,καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἵνα θεραπεύσῃ αὐτούς, ὥστε θαυμάσαι ἐπὶ τῇ τούτων θεραπείᾳ τοὺς ὄχλους. οἱ γὰρ μαθηταὶ οὐκ ἀναγεγραμμένοι εἰσὶ τὰ τοιαῦτα θαυμάζειν, καίτοιγε παρόντες τῷ Ἰησοῦ καὶ τότε, ὡς δῆλον ἐκ τοῦ »ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι επὶ τὸν ὄχλον« καὶ τὰ ἑξῆς. τάχα δὲ εἰ ἐπιμελῶς προσέχοις τῷ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, εὔροις ἂν ὄτι οἱ μαθηταὶ τότε οὐ προςῆλθον αὐτῷ, ἀλλὰ πάλαι ἀρξάμενοι ἀκολουθεῖν καὶ εἰς τὸ ὄρος ἠκολούθησαν αὐτῷ. προσῆλθον δὲ αὐτῷ οἱ τῶν μαθητῶν ἐλάττους καὶ τότε πρῶτον αὐτῷ προσιόντες, οἵτινεςοὐ τὰ ὅμοια τοῖς μετ᾿ αὐτῶν ἀναβεβηκόσι πεπόνθασι. παρατήρει δὲ ἐν τῷ εὐαγγελίῳ, τίνες μὲν ἀναγεγραμμένοι εἰσὶν ἠκολουθηκέναι τῷ Ἰησοῦ, τίνες δὲ προσεληλυθέναι, τίνες δὲ προσῆχθαι, καὶ τίνες διῃρῆσθαι εἰς προάγοντας καὶ εἰς ἀκολουθοῦντας, καὶ τῶν προσεληλυθότων τίνες αὐτῷ ἐν τῇ οἰκίᾳ προσῆλθον, καὶ τίνες ἀλλαχοῦ τυγχάνοντι. πολλὰ γὰρ ἂν εὕροις ἐκ τῆς παρατηρήσσεως »πνευματικοῖς πνευματικὰ« συγκρίνων ἄξια τῆς ἐν τοῖς εὐαγγελίοις ἀκριβοῦς σοφίας.